Home Creators Posts Import Register Favorites Logout

Downloads

Content

Ἡ Ἑλληνικὴ γλῶσσα καθ᾿ αὑτὴν φωτιζομένη

(aka) Lingua Graeca Per Se Illustrata

By patron Seumas Macdonald

https://seumasjeltzz.github.io/LinguaeGraecaePerSeIllustrata/

*Seeking illustrator! who wishes to contribute to this project by designing simple graphics of the characters and their settings.

The text below represents version 1 of this chapter, and comments and input are greatly welcomed for the continual improvement of the LGPSI book.

***

Imperial Roman Koine Greek Pronunciation

Ἡ Λουκιᾱνὴ Προφερά̄

Syllable quantity, including geminated consonants and long vowels, is reasonably strictly observed. Pitch accent and stress accent freely interchange. Other interchanges are in the monophthongization of diphthongs, which may have been in free variation with each other during much of the Roman Empire, for example αι /ae̯~æe̯~æɛ̯~æː~ɛː/, all of which may be heard in this recording.

α /a/

ε /e~e̞~ɛ/

ι /i/

ο /o~o̞~ɔ/

υ /y/

ᾱ /aː/

η /e̝ː~eː~e̞ː/ = ῃ

ει /iː/

ῑ /iː/

ω /ο̝ː~oː~o̞ː/ = ῳ

ου /uː/

ῡ /yː/

αι /ae̯~æe̯~æɛ̯~æː~ɛː/

αυ /aw~aβʷ~aβ~av, aɸʷ~aɸ~af/

ευ /e̞w~e̞βʷ~e̞β~e̞v, e̞ɸʷ~e̞ɸ~e̞f/

οι /ɵi̯~øi̯~ɘi̯~əi̯~øː~ʏː/

υι /yː/

ᾳ /aː/

ῃ /e̝ː~eː~e̞ː/

ῳ /ο̝ː~oː~o̞ː/

‘ /h~∅/

ζ /z̠ː/

σ /s̠~z̠/

γ /ɣ~ʝ/

δ /ð/

β /β~v/

χ /x~ç/

θ /θ/

φ /ɸ~f/

κ /k~c/

τ /t/

π /p/

ρ /ɾ~r, r̥ʰ~r/

λ /l/

μ /m/

ν /n/

***

Κεφάλαιον τὸ πρῶτον. https://seumasjeltzz.github.io/LinguaeGraecaePerSeIllustrata/001.html

Ἡ Ἑλλάς ἐστιν ἐν τῇ Εὐρώπῃ. ἡ Ἰταλία ἐν τῇ Εὐρώπῃ ἐστίν. ἡ Ἑλλὰς καὶ ἡ Ἰταλία εἰσὶν ἐν τῇ Εὐρώπῃ. καὶ ἡ Ἱσπανία ἐστὶν ἐν τῇ Εὐρώπῃ. καὶ ἡ Ἱσπανία καὶ ἡ Ἰταλία καὶ ἡ Ἑλλάς εἰσιν ἐν τῇ Εὐρώπῃ.

ἡ Αἴγυπτος ἐν τῇ Εὐρώπῃ οὐκ ἔστιν, ἡ Αἴγυπτος ἐν τῇ Ἀφρικῇ ἐστιν. ἡ Γαλλία οὐκ ἔστιν ἐν τῇ Ἀφρικῇ, ἡ Γαλλία ἐστὶν ἐν τῇ Εὐρώπῃ. ἡ δὲ Συρία οὐκ ἔστιν ἐν τῇ Εὐρώπῃ, ἀλλὰ ἐν τῇ Ἀσίᾳ. καὶ ἡ Ἀραβία ἐν τῇ Ἀσίᾳ ἐστίν. ἡ Συρία καὶ ἡ Ἀραβία ἐν τῇ Ἀσίᾳ εἰσίν. ἡ δὲ Γερμανία οὐκ ἔστιν ἐν τῇ Ἀσίᾳ, ἀλλὰ ἐν τῇ Εὐρώπῃ ἐστίν. καὶ ἡ Βρεττανία ἐν τῇ Εὐρώπῃ ἐστίν. ἡ Γερμανία καὶ ἡ Βρεττανία εἰσὶν ἐν τῇ Εὐρώπῃ.

Ἆρα ἡ Γαλλία ἐν τῇ Εὐρώπῃ; ἡ Γαλλία ἐστὶν ἐν τῇ Εὐρώπῃ. Ἆρα ἡ Ἀντιόχεια ἐν τῇ Γαλλίᾳ ἐστίν; ἡ Ἀντιόχεια ἐν τῇ Γαλλίᾳ οὐκ ἔστιν. ποῦ ἐστιν ἡ Ἀντιόχεια; ἡ Ἀντιόχειά ἐστιν ἐν τῇ Συρίᾳ. ποῦ ἐστι ἡ Συρία; ἡ δὲ Συρία ἐν τῇ Ἀσίᾳ ἐστίν. ποῦ εἰσιν ἡ Γαλλία τε καὶ ἡ Γερμανία; καὶ ἡ Γαλλία καὶ ἡ Γερμανία ἐν τῇ Εὐρώπῃ εἰσίν.

Ἆρα ὁ Νεῖλος ἐν τῇ Εὐρώπῃ ἐστίν; ὁ Νεῖλος ἐν τῇ Εὐρώπῃ οὐκ ἔστιν. ποῦ ὁ Νεῖλός ἐστιν; ὁ Νεῖλός ἐστιν ἐν τῇ Ἀφρικῇ. ὁ δὲ Ῥῆνος ποῦ ἐστιν; ὁ Ῥῆνος ἐν τῇ Γερμανίᾳ ἐστίν. ποταμὸς ὁ Νεῖλός ἐστιν. καὶ ὁ Ῥῆνος ποταμός ἐστιν. καὶ ὁ Νεῖλος καὶ ὁ Ῥῆνός εἰσι ποταμοί. καὶ ὁ Ἴστρος ποταμός ἐστιν. ὁ μὲν Ῥῆνος καὶ ὁ Ἴστρος εἰσὶ ποταμοὶ ἐν τῇ Γερμανίᾳ, ὁ δὲ Θύμβρις ἐν τῇ Ἰταλίᾳ. ἀλλὰ ὁ Ὀρόντης ἐστὶ ποταμός ἐν τῇ Συρίᾳ.

ἡ Σικελία ἐστὶ νῆσος. καὶ ἡ Κρήτη ἐστὶ νῆσος. καὶ ἡ Κρήτη καὶ ἡ Σικελία εἰσὶ νῆσοι. νῆσός ἐστιν ἡ Βρεττανία. ἡ δὲ Ἰταλία νῆσος οὐκ ἔστιν. ἡ μὲν Σικελία νῆσος μεγάλη ἐστίν, ἡ δὲ Δῆλός ἐστι νῆσος μικρά. ἡ δὲ Βρεττανία οὐ νῆσος μικρά, ἀλλὰ νῆσος μεγάλη ἐστίν. ἡ Σικελία καὶ ἡ Κρήτη οὐ νῆσοι μικραί, ἀλλὰ νῆσοι μεγάλαι εἰσίν.

ἡ Σπάρτη πόλις ἐστίν. ἡ Σπάρτη ἐστίν ἐν τῇ Ἑλλάδι. ἡ Σπάρτη ἐστὶ πόλις Ἑλληνική. καὶ αἱ Ἀθῆναι πόλις ἐστὶν Ἑλληνική. καὶ ἡ Σπάρτη καὶ αἱ Ἀθῆναι πόλεις Ἑλληνικαί εἰσιν. ἡ δὲ Ῥώμη ἐστὶ πόλις ἐν τῇ Ἰταλίᾳ. ἡ δὲ Ἀντιόχεια πόλις ἐν τῇ Συρίᾳ ἐστίν. Ἡ Ἀντιόχεια, αἱ Ἀθῆναι, ἡ Ῥώμη εἰσὶ πόλεις μεγάλαι.

ποῦ ἐστιν αἱ Ἀθῆναι; αἱ Ἀθῆναί ἐστιν ἐν τῇ Ἑλλάδι. ποῦ ἡ Ῥώμη ἐστίν; ἐν τῇ Ἰταλίᾳ ἐστὶν ἡ Ῥώμη. πόλις Ῥωμαϊκή ἐστιν ἡ Ῥώμη. ποῦ ἐστιν ἡ Κωνσταντινούπολις; ἡ Κωνσταντινούπολίς ἐστιν ἐν τῇ Ἑλλάδι. ἆρα ἡ Κωνσταντινούπολις πόλις Ἑλληνικὴ ἢ Ῥωμαϊκή; ἔστι πόλις καὶ Ἑλληνικὴ καὶ Ῥωμαϊκή.

Ῥαβέννα οὐκ ἔστι πόλις Ἑλληνική, ἀλλὰ πόλις Ῥωμαϊκή. ἡ Ῥώμη καὶ ἡ Ῥαβέννα πόλεις Ῥωμαϊκαί εἰσιν. πόλεις δὲ Ἑλληνικαί εἰσιν αἱ Ἀθῆναι καὶ ἡ Σπαρτή. ἡ δὲ Σικελία οὐκ ἔστιν νῆσος Ἑλληνική, ἀλλὰ νῆσος Ῥωμαϊκή. ἡ δὲ Κρήτη, ἡ Ῥόδος, ἡ Νάξος, ἡ Σάμος, ἡ Χίος, ἡ Λέσβος , ἡ Λῆμνος, καὶ ἡ Εὔβοιά εἰσι νῆσοι Ἑλληνικαί.

ἐν τῇ Ἑλλάδι πολλαὶ νῆσοί εἰσιν. ἐν τῇ Ἰταλίᾳ καὶ ἐν τῇ Ἑλλάδι εἰσὶ πολλαὶ πόλεις. ἐν τῇ Γαλλίᾳ καὶ ἐν τῇ Γερμανίᾳ πολλοί εἰσι ποταμοί. ἆρα πολλοὶ ποταμοὶ καὶ πολλαὶ πόλεις ἐν τῇ Ἀραβίᾳ; ἐν τῇ Ἀραβίᾳ οὐ πολλοί, ἀλλ’ ὀλίγοι ποταμοί εἰσι καὶ ὀλίγαι πόλεις.

ἆρα μὴ ἡ Κρήτη πόλις ἐστίν; οὐχί, ἡ Κρήτη πόλις οὐκ ἔστιν. τί ἐστιν ἡ Κρήτη; ἡ Κρήτη νῆσός ἐστιν. ἆρα μὴ ἡ Σπάρτη νῆσός ἐστιν; οὐ νῆσός ἐστιν ἡ Σπάρτη. τί ἡ Σπάρτη ἐστίν; ἀλλὰ πόλις ἐστὶν ἡ Σπάρτη. ὁ δὲ Ὀρόντες, τί ἐστιν; ὁ Ὀρόντες ἐστὶ ποταμὸς μέγας. ἆρα μὴ τὸ πέλαγος τὸ Ἀτλαντικὸν μικρόν ἐστιν; οὐ μικρόν ἐστιν, ἀλλὰ μέγα ἐστὶ τὸ πέλαγος.

ποῦ ἐστι ἡ ἀρχὴ ἡ Ῥωμαϊκή; ἡ Ῥωμαϊκὴ ἀρχή ἐστι ἐν τῇ Εὐρώπῃ, ἢ ἐν τῇ Ἀσίᾳ, ἢ ἐν τῇ Ἀφρικῇ. ἡ Ἱσπανία καὶ ἡ Συρία καὶ ἡ Αἴγυπτος ἐπαρχίαι Ῥωμαϊκαί εἰσιν. ἡ δὲ Γερμανία οὐκ ἔστι ἐπαρχία Ῥωμαϊκή. ἡ Γερμανία ἐν τῇ ἀρχῇ τῇ Ῥωμαϊκῇ οὐκ ἔστιν. ἀλλὰ ἡ Γαλλία καὶ ἡ Βρεττανία εἰσὶν ἐπαρχίαι Ῥωμαϊκαί. ἐν τῇ Ῥωμαϊκῇ ἀρχῇ πολλαί εἰσιν ἐπαρχίαι. μεγάλη ἐστὶν ἡ ἀρχὴ ἡ Ῥωμαϊκή!

αἱ λέξεις καὶ οἱ ἀριθμοί

εἷς καὶ δύο ἀριθμοί εἰσιν. καὶ τρεῖς ἀριθμός ἐστιν. εἷς, δύο, τρεῖς ἀριθμοὶ Ἑλληνικοί εἰσιν. εἷς καὶ δύο εἰσι μικροὶ ἀριθμοί. χίλια μέγας ἀριθμός ἐστιν.

τὸ Α καὶ τὸ Β γράμματά ἐστιν. καὶ τὸ Γ γράμμα ἐστίν. τὰ Α, Β, Γ ἐστὶ τρία γράμματα. τὸ Α ἐστι τὸ γράμμα τὸ πρῶτον, τὸ Β τὸ δεύτερον γράμμα, τὸ Γ τὸ τρίτον γράμμα. τὸ Γ γράμμα Ἑλληνικόν ἐστιν. τὸ C ἐστι γράμμα Ῥωμαϊκόν. τὸ C καὶ D γράμματα Ῥωμαϊκά ἐστιν. τὸ Γ καὶ Δ ἐστὶ γράμματα Ἑλληνικά.

τὸ ποταμὸς καἰ τὸ πόλις λέξεις Ἑλληνικαί εἰσιν. τὸ ποῦ καὶ λέξις Ἑλληνική ἐστιν. τρία γράμματά ἐστιν ἐν τῇ λέξει τὸ ποῦ.

ἐν τῇ λέξει τὸ ποταμὸς ἑπτά γράμματα καὶ τρεῖς συλλαβαί εἰσιν. ἡ πρώτη ἡ συλλαβή πο-, ἡ δεύτερα -τα-, ἡ τρίτη –μος. ἐν τῇ λέξει τὸ οὐκ εἰσὶ τρία γράμματα καὶ μία συλλαβή.

τί ἐστι τρεῖς; τρεῖς ἀριθμὸς Ἑλληνικός ἐστιν. Γ τί ἐστιν; Γ γράμμα Ἑλληνικόν ἐστιν. ἆρα μὴ C γράμμα Ἑλληνικόν ἐστιν; οὐ γράμμα Ἑλληνικόν, ἀλλὰ γράμμα Ῥωμαϊκόν ἐστι C. ἆρα Β τὸ γράμμα τὸ πρῶτον; Β οὐ τὸ πρῶτον γράμμα, ἀλλὰ δεύτερόν ἐστιν. τί ἐστι τό οὐ; τὸ οὐ ἔστι λέξις Ἑλληνική. τὰ οὐ, ἀλλά, μέγας, ἀριθμός, λέξεις Ἑλληνικαί εἰσιν. καὶ τὸ λέξις ἐστὶ λέξις Ἑλληνική!

Files

Comments

Michael Baldwin

Very good! Any plans to resurrect this series or is it dead for now?

Stephen Brown

How close is Koine to Attic? Will practicing the former help me with the latter?

Luke Amadeus Ranieri

Yup! Koine and Classical Attic are quite similar, like 2cBC Latin versus 4cAD Latin — not a huge difference. That summary you linked is good.

Μιχαήλ Χατζηασεμίδης

I'm sceptical about this syntax: ἐν τῇ λέξει τὸ ποῦ etc. In modern Greek we would say στη λέξη πού, without the second article, πού being an ἐπεξήγησις to λέξη. We could also say στο «πού» to refer to the word itself. I've seen the same by some Ancient Grammarians (I tend to forget, but I bet it was Διονύσιος ὁ Ἁλικαρνασσεύς) using the article when referring to word, e.g. ἐν τῷ «πόλις». So, I'm advocating the syntax: ἐν τῇ λέξει ποῦ, with ποῦ working as an ἐπεξήγησις to λέξει. (I'm sorry if I can't express that clearly, English isn't my native language). EDIT: Moreover, I believe that verbs with subject αἱ Ἀθῆναι should be in plural.

Ian T

This is so helpful! Thank you!

Luke Amadeus Ranieri

Pardon the delayed response! I’ll be making more recordings available to all patrons.