Home Creators Posts Import Register Favorites Logout

Downloads

Content

Ἡ Ἑλληνικὴ γλῶσσα καθ᾿ αὑτὴν φωτιζομένη

(aka) Lingua Graeca Per Se Illustrata

By patron Seumas Macdonald

https://seumasjeltzz.github.io/LinguaeGraecaePerSeIllustrata/

All audio (index page):

https://www.patreon.com/posts/32708727

The text below represents version 1 of this chapter, and comments and input are greatly welcomed for the continual improvement of the LGPSI book.

Imperial Roman Koine Greek Pronunciation (see below) (Ἡ Λουκιᾱνὴ Προφορά̄)

***

04

Κεφάλαιον τὸ τέταρτον

ἡ πρώτη σκηνή

πρόσωπα· Γρηγόριος, Εὐγενίᾱ, Σωσίᾱς.

ὁ Γρηγόριός ἐστιν ἐν τῇ οἰκίᾳ. καὶ ἡ Εὐγενίᾱ ἐστιν ἐν τῇ οἰκίᾳ. 

Γρηγόριος λέγει «ἆρά ἐστιν οἶνος;» 

ἡ δὲ Εὐγενίᾱ λέγει «οἶνος; ἐν τῷ οἰνῶνί ἐστιν οἶνος.» 

ὁ δὲ Γρηγόριος ἔρχεται εἰς τὸν οἰνῶνα. ἆρά ἐστιν οἶνος ἐν τῷ οἰνῶνι; ναί, ἔστιν, καὶ πολύς. ὁ Γρηγόριος βλέπει ἀμφορέας. πολλοὶ ἢ ὀλίγοι ἀμφορῆς εἰσιν; πολλοί εἰσιν. ἐν τοῖς ἀμφορεύσιν ἐστὶν οἶνος. 

πόσοι ἀμφορῆς εἰσιν; ὁ Γρηγόριος ἀριθμεῖ τοὺς ἀμφορέας αὐτοῦ· «εἷς, δύο, τρεῖς, τέσσαρα, πέντε, ἕξ, ἑπτά, ὀκτώ, ἐννέα, δέκα, ἕνδεκα. μόνον ἕνδεκα;» ὁ ἄριθμος τῶν ἀμφορέων οὐκ ἔστιν δώδεκα, ἀλλὰ ἕνδεκα. ἕνδεκα πάρεισιν, εἷς ἄπεστιν. ποῦ; 

ὁ Γρηγόριος ὀργίζεται. καὶ καλεῖ τὴν γυναῖκα αὐτοῦ «Εὐγενίᾱ, ἐλθέ!»

ἡ δὲ Εὐγενίᾱ ἔρχεται εἰς τὸν οἰνῶνα. 

ὁ δέ· «πόσοι ἀμφορῆς οἴνου εἰσιν;» 

ἡ δὲ λέγει «ἆρα οὐ δώδεκα;» καὶ ἀριθμεῖ αὐτούς. «εἷς, δύο, τρεῖς … ἐννέα, δέκα, ἕνδεκα.» λέγει ἡ Εὐγενίᾱ, «κάλει τοὺς δούλους.» 

ὁ δὲ Γρηγόριος καλεῖ τοὺς δούλους αὐτοῦ «δοῦλοι, ἔλθετε!» 

ὁ δὲ Σωσίᾱς ἔρχεται, ὁ δὲ Τροχίλος οὔ. νῦν, εἷς τῶν δούλων πάρεστιν, οἱ ἄλλοι ἄπεισιν. ὁ δὲ Γρηγόριος βλέπει τὸν δοῦλον αὐτοῦ, Σωσίᾱν, τὸν δὲ δοῦλον Τροχίλον οὐ βλέπει. ὁ μὲν Σωσίᾱς πάρεστιν, ὁ δὲ Τροχίλος ἄπεστιν. ὁ Γρηρόριος, ἡ Εὐγενίᾱ, καὶ ὁ Σωσίᾱς πάρεισιν. 

Σωσίᾱς· «ἰδού, ὁ δοῦλός σου ἐνθάδε ἐστίν.» 

Γρηγόριος· «τί; εἷς μόνος δοῦλος πάρεστιν. ποῦ εἰσιν οἱ ἄλλοι; ποῦ ἐστιν Τροχίλος; κάλει Τροχίλον.» 

ὁ δὲ Σωσίᾱς καλεῖ Τροχίλον, «Τροχίλε, ἐλθέ». οὐδὲ Τροχίλος ἀκούει τοῦ Σωσίου, οὐδὲ ἔρχεται. ὁ Σωσίᾱς πάλιν καλεῖ αὐτόν, «ἐλθέ, ὦ Τροχίλε».

ὁ Τροχίλος ἔρχεται, καὶ νῦν δύο δοῦλοι πάρεισιν.

ἡ δευτέρᾱ σκηνή

πρόσωπα· Γρηγόριος, Εὐγενίᾱ, Σωσίᾱς, Τροχίλος.

Τροχίλος, ὃς τὸν δεσπότην οὐ βλέπει, ἐρωτᾷ τὸν Σωσίᾱν, «τί ἐστιν, ὦ Σωσίᾱ;» 

Σωςίᾱς· «στ! ὁ κύριος πάρεστιν. ἀσπάζου αὐτόν». 

ὁ δὲ Τροχίλος ὁ δοῦλος ἀσπάζεται τὸν δεσπότην, «χαῖρε, ὦ κύριε». 

ὁ δὲ κύριος αὐτόν ἀσπάζεται, «χαῖρε καὶ σύ, δοῦλε» 

Τροχίλος· «τί ἐστιν, δέσποτα;» 

Γρηγόριος· «στ! σῑγᾶ, δοῦλε. σῑγᾶ καὶ ἄκουσον». 

ὁ μὲν δοῦλος σῑγᾷ. 

ὁ δὲ δεσπότης λέγει, «ἐν τῷ οἰνῶνί μού εἰσιν μόνον ἕνδεκα ἀμφορῆς οἰνοῦ. ποῦ ἐστιν ὁ ἄλλος;» 

ὁ μὲν δοῦλος σῑγᾷ, οὐδὲ ἀποκρί̄νεται. 

ἡ δὲ Εὐγενίᾱ λέγει, «ἀποκρί̄νου, Τροχίλε! ὁ κύριος ἐρωτᾷ σε.» 

ὁ Τροχίλος ἀποκρί̄νεται, «ὁ οἶνός σου οὐκ ἐνθάδε ἐστιν. οὐκ οἶδα ἐγώ. ἐρώτᾱ Σωσίᾱν!» 

ὁ μὲν Γρηγόριος νῦν τὸν Σωσίᾱν ἐρωτᾷ, «ποῦ ἐστιν ὁ οἶνός μου, Σωσίᾱ;» 

ὁ δὲ Σωσίᾱς οὐδέν ἀποκρί̄νεται. 

ὁ δὲ Γρηγόριος πάλιν ἐρωτᾷ αὐτόν, «ἀποκρί̄νου, δοῦλε, ποῦ ἐστιν ὁ ἄλλος ἀμφορεύς;» 

ὁ μὲν Σωσίᾱς οὐ λέγει, ὁ δὲ Τροχίλος κατηγορεῖ τοῦ Σωσίου, «ὁ ἀμφορεύς σου ἐν τῷ σακκῷ αὐτοῦ ἐστιν.» 

ἡ δὲ Εὐγενίᾱ λέγει, «ἄκουσον, Σωσίᾱ, ὁ Τροχίλος κατηγορεῖ σου.» 

ὁ δὲ Σωσίᾱς· «τί, τίνος κατηγορεῖ ὁ Τροχίλος; ἐμοῦ;» 

Γρηγόριος δὲ λέγει, «σῑγᾶ, Τροχίλε. ὁ δοῦλος ὃς δούλου ἄλλου κατηγορεῖ, οὐκ ἔστιν δοῦλος ἀγαθός, ἀλλὰ πονηρός». 

σῑγᾷ οὖν ὁ Τροχίλος. οὐ κατηγορεῖ τοῦ Σωσίου ὁ Γρηγόριος, ἀλλὰ ἐρωτᾷ αὐτόν, «ἆρα ὁ ἀμφορεύς μου ἐν τῷ σακκῷ σου;» 

Σωσίᾱς· «οὐδαμῶς, κύριε. ὁ ἀμφορεύς σου οὐκ ἔστιν ἐν τῷ σακκῷ μου.»

Γρηγόριος· «ποῦ ἐστιν ὁ σακκός σου;» 

Σωσίᾱς· «ἰδού, ὁ σακκός μου πάρεστιν.» 

Γρηγόριος· «θές τὸν σακκὸν ἐπὶ τὴν τράπεζαν, καὶ ἄνοιξον αὐτόν.» 

ὁ οὖν Σωσίᾱς τίθησι τὸν σακκὸν ἐπὶ τήν τράπεζαν, καὶ αὐτόν ἀνοίγει. νῦν δὲ ὁ σακκός ἐστιν ἐπὶ τῆς τραπέζης. ἆρα ἀμφορεύς ἔνεστιν ἐν τῷ σακκῷ; οὐχί. οὐκ ἔστιν ἀμφορεὺς τοῦ οἴνου ἐν τῷ σακκῷ αὐτοῦ. ὁ δεσπότης ὁ Γηργόριος ὁρᾷ οὐδένα ἀμφορέα ἐν τῷ σακκῷ. ὁ σακκὸς τοῦ Σωσίου ἐστιν κενός.

ὁ οὖν Γρηγόριος λέγει τῇ Εὐγενίᾳ, «ἰδού, ὁ Σωσίᾱς ἐστὶν δοῦλος ἀγαθός. τὸν ἀμφορέα μου οὐκ ἔχει. σοὶ δὲ εὐχαριστῶ, Σωσίᾱ· τὸν σακκὸν λάβε καὶ ἀποχώρει.»

ὁ οὖν Σωσίᾱς λαμβάνει τὸν σακκὸν καὶ ἀποχωρεῖ ἐκ τοῦ οἰνῶνος. ὁ δὲ Τροχίλος ἔτι πάρεστιν. ἆρα ὁ Τροχίλος τὸν οἶνον ἔχει;

ἡ τρίτη σκηνή

ὁ Γρηγόριος νῦν ἐρωτᾷ τὸν Τροχίλον, λέγων «ποῦ ἐστιν ὁ ἀμφορεύς μου, ὦ Τροχίλε;» 

ὁ δὲ Τροχίλος ἀποκρί̄νεται, λέγων «οὐκ οἶδα. οὐκ ἔστιν ἐν τῷ σακκῷ ἐμοῦ.» 

ὁ οὖν Γρηγόριος κελεύει αὐτόν, «θὲς τὸν σακκὸν ἐπὶ τὴν τράπεζαν, καὶ ἀνοίξον αὐτόν.» 

ὁ Τροχίλος ἐπὶ τὴν τράπεζαν τίθησι τὸν σακκὸν αὐτοῦ, ἔπειτα ἀνοίγει αὐτόν. ἆρά ἐστιν ὁ οἶνος ἐν τῷ σακκῷ; οὐδαμῶς. οὐκ ἔστιν οὐδέν. ὁ σακκὸς αὐτοῦ οὐκ ἔστιν πληρής, ἀλλὰ κενός. 

ὁ Τροχίλος λέγει, «ἰδού, τὸν οἶνόν σου οὐκ ἔχω. καὶ ἐγὼ ἀγαθός εἰμι δοῦλος,» καὶ ἀποχωρεῖ. 

νῦν δὲ μόνον πάρεισιν ὁ Γρηγόριος καὶ ἡ Εὐγενίᾱ. ὁ μὲν Γρηγόριος ὀργίζεται, ἡ δὲ Εὐγενίᾱ οὔ.

ὁ δὲ ἐρωτᾷ, «ἀλλὰ δὲ ποῦ ἐστιν ὁ ἀμφορεὺς ὁ ἄλλος. ἕνδεκα πάρεισιν, εἷς ἄπεστιν. ἆρα σὺ οἶδας, ὦ Εὐγενία;»

ἡ δὲ Εὐγενίᾱ γελᾷ, λεγοῦσα «οὐκ οἶδα ἐγώ.» ἀλλὰ ἐν τῷ σακκῷ αὐτῆς ἐστιν ἀμφορεὺς τοῦ οἴνου, καὶ κενός….

***

Imperial Roman Koine Greek Pronunciation

Ἡ Λουκιᾱνὴ Προφoρά̄

Syllable quantity, including geminated consonants and long vowels, is reasonably strictly observed. Pitch accent and stress accent freely interchange. Other interchanges are in the monophthongization of diphthongs, which may have been in free variation with each other during much of the Roman Empire, for example αι /ae̯~æe̯~æɛ̯~æː~ɛː/, all of which may be heard in this recording.

α /a/

ε /e~e̞~ɛ/

ι /i/

ο /o~o̞~ɔ/

υ /y/

ᾱ /aː/

η /e̝ː~eː~e̞ː/ = ῃ

ει /iː/

ῑ /iː/

ω /ο̝ː~oː~o̞ː/ = ῳ

ου /uː/

ῡ /yː/

αι /ae̯~æe̯~æɛ̯~æː~ɛː/

αυ /aw~aβʷ~aβ~av, aɸʷ~aɸ~af/

ευ /e̞w~e̞βʷ~e̞β~e̞v, e̞ɸʷ~e̞ɸ~e̞f/

οι /ɵi̯~øi̯~ɘi̯~əi̯~øː~ʏː/

υι /yː/

ᾳ /aː/

ῃ /e̝ː~eː~e̞ː/

ῳ /ο̝ː~oː~o̞ː/

‘ /h~∅/

ζ /z̠ː/

σ /s̠~z̠/

γ /ɣ~ʝ/

δ /ð/

β /β~v/

χ /x~ç/

θ /θ/

φ /ɸ~f/

κ /k~c/

τ /t/

π /p/

ρ /ɾ~r, r̥ʰ~r/

λ /l/

μ /m/

ν /n/

Files

Comments

No comments found for this post.