Script for Ancient Greek in Action ep.9: FAMILY (Patreon)
Content
Ancient Greek in Action ep.9 FAMILY (script)
the video may be found here: https://youtu.be/WVkOekNlMIs
Χαῖρε! Ἰδού! Ἡ οἰκίᾱ μου. Ἆρ’ ἐθέλεις ὁρᾶν; Ἐλθὲ δεῦρο.
Ἰδοὺ· ἡ οἰκίᾱ μου. Ἡ μήτηρ μού ἐστιν, καὶ ὁ πατήρ μού ἐστιν, καὶ ἡ ἀδελφή μού ἐστιν. Καὶ τίς ἐστιν; Ὁ Λούκιός ἐστιν! Τὸ Λουκίδιον τὸ μῑκρὸν παιδίον ἐστίν!
Ἡ Ῥεβέκκᾱ. Ὁ Ῥωβέρτος. Ἡ Μαῖα. Ὁ Λούκιος.
Ἡ Ῥεβέκκᾱ γυνή ἐστιν.
ἡ γυνή ἐστιν. γυνή. αἱ γυναῖκές εἰσιν. γυναῖκες.
Ὁ δὲ Ῥωβέρτος ἀνήρ ἐστιν.
ἀνήρ ἐστιν
ἀνήρ
ἄνδρες εἰσίν
ἄνδρες
Ἡ Μαῖα κόρη ἢ παῖς ἐστιν.
ἡ κόρη : ἡ παῖς
αἱ κόραι : αἱ παῖδες
Ὁ δὲ Λούκιος κόρος ἢ παῖς ἐστιν.
ὁ κόρος : ὁ παῖς
οἱ κόροι : οἱ παῖδες
ὁ παῖς. ἡ παῖς. αἱ παῖδες. οἱ παῖδες [masc]. οἱ παῖδες [mixed]
Ὁ Ῥωβέρτος, ἡ Ῥεβέκκᾱ, ἡ Μαῖα, ὁ Λούκιός εἰσὶν οἰκίᾱ.
οἰκίᾱ [house]
οἰκίᾱ [family]
οἰκίᾱ [house]
οἰκίᾱ [family]
οἰκίᾱ [family in front of a house]
Ὁ Ῥωβέρτος πατήρ ἐστιν.
πατήρ
Ἡ Ῥεβέκκᾱ μήτηρ ἐστίν.
μήτηρ
Ὁ Ῥωβέρτος ἐστὶν ὁ πατήρ τῆς Μαίᾱς.
Ὁ Ῥωβέρτος ἐστὶν ὁ πατήρ καὶ τοῦ Λουκίου.
Ἡ Ῥεβέκκᾱ ἐστὶν ἡ μήτηρ τοῦ Λουκίου καὶ τῆς Μαίᾱς.
Ἡ Μαῖά ἐστιν ἡ θυγάτηρ τῆς Ῥεβέκκᾱς.
Ἡ Μαῖά ἐστιν ἡ θυγάτηρ τοῦ Ῥωβέρτου.
Ὁ Λούκιός ἐστιν ὁ υἱὸς τῆς Ῥεβέκκᾱς καὶ τοῦ Ῥωβέρτου.
Τίς ἐστιν ὁ Λούκιος;
Ὁ Λούκιος παῖς ἐστιν.
Τίς ἐστιν ὁ πατήρ τοῦ Λουκίου;
Ὁ Ῥωβέρτος ἐστὶν ὁ τοῦ Λουκίου πατήρ.
ὁ πατήρ τοῦ Λουκίου = ὁ τοῦ Λουκίου πατήρ
ὁ πατήρ τοῦ Λουκίου = ὁ τοῦ Λουκίου πατήρ [twice, with colors to emphasize]
Τίς ἐστιν ἡ τοῦ Λουκίου μήτηρ;
Ἡ τοῦ Λουκίου μήτηρ ἐστὶν ἡ Ῥεβέκκᾱ.
ὁ μήτηρ τοῦ Λουκίου = ἡ τοῦ Λουκίου μήτηρ
Τίς ἐστιν ἡ Μαῖα;
Ἡ Μαῖα παῖς ἐστιν.
Τίς ἐστιν ὁ τῆς Μαίᾱς πατήρ;
Ὁ πατὴρ τῆς Μαίᾱς ἐστὶν ὁ Ῥωβέρτος.
ὁ πατὴρ τῆς Μαίᾱς = ὁ τῆς Μαίᾱς πατήρ
ὁ πατὴρ τῆς Μαίᾱς = ὁ τῆς Μαίᾱς πατήρ
[twice, with colors to emphasize stuff]
Τίς ἐστιν ἡ τῆς Μαίᾱς μήτηρ;
Ἡ τῆς Μαίᾱς μήτηρ ἐστὶν ἡ Ῥεβέκκᾱ.
Τίς ἐστιν ἡ τοῦ Ῥωβέρτου θυγάτηρ;
Ἡ τοῦ Ῥωβέρτου θυγάτηρ ἡ Μαῖά ἐστιν.
Τίς ἐστιν ὁ τοῦ Ῥωβέρτου υἱός;
Ὁ τοῦ Ῥωβέρτου υἱός ἐστιν ὁ Λούκιος.
Τίς ἐστιν ὁ τῆς Ῥεβέκκᾱς υἱός;
Ἆρα ὁ Λούκιός ἐστιν;
Ναί· ὁ υἱὸς τῆς Ῥεβέκκᾱς ἐστὶν ὁ Λούκιος.
Τίς ἐστιν ἡ ἀδελφὴ τοῦ Λουκίου;
Ἡ ἀδελφὴ τοῦ Λουκίου ἐστὶν ἡ Μαῖα.
Τίς ἐστιν ὁ ἀδελφὸς τῆς Μαίᾱς;
Ὁ Λούκιός ἐστιν ὁ τῆς Μαίᾱς ἀδελφός.
SIMPSONS
Ὁ Ὅμηρος
Ἡ Μαργαρῑ́τη
Ὁ Βαρθολομαῖος
Ἡ Λῖσα
Ἡ Μαργαρῑτίσκη
Ὁ Ὅμηρός ἐστιν ὁ πατὴρ τοῦ Βαρθολομαίου καὶ τῆς Λῑ́σης καὶ τῆς Μαργαρῑτίσκης. Ἡ Λῖσά ἐστι θυγάτηρ τοῦ Ὁμήρου. Καὶ ἡ Μαργαρῑτίσκη ἐστὶ θυγάτηρ τοῦ Ὁμήρου. Ὁ Βαρθολομαῖός ἐστιν ὁ τοῦ Ὁμήρου υἱός.
Ὁ Βαρθολομαῖος καὶ ἡ Λῖσα καὶ ἡ Μαργαρῑτίσκη εἰσὶ τὰ τρία τέκνα τοῦ Ὁμήρου καὶ τῆς Μαργαρῑ́της.
Θυγατέρες καὶ υἱοί εἰσι τέκνα.
Πόσα τέκνα ἐστὶν ἐν τῇ οἰκίᾳ τοῦ Ὁμήρου;
Τρία. Τρία τέκνα ἐστὶν ἐν τῇ τοῦ Ὁμήρου οἰκίᾳ· δύο θυγατέρες καὶ εἷς υἱός.
Τίς ἐστιν ὁ ἀδελφὸς τῆς Λῑ́σης; Ὁ τῆς Λῑ́σης ἀδελφός ἐστιν ὁ Βαρθολομαῖος. Τίνες εἰσιν αἱ τοῦ Βαρθολομαίου ἀδελφαί; Ἡ Μαργαρῑτίσκη καὶ ἡ Λῖσά εἰσιν αἱ ἀδελφαὶ τοῦ Βαρθολομαίου.
[GEN PL]
Τίς ἐστιν ἡ μήτηρ τῶν τέκνων; Ἡ μήτηρ τῶν τέκνων ἐστὶν ἡ Μαργαρῑ́τη, καὶ ὁ Ὅμηρός ἐστιν ὁ τῶν τέκνων πατήρ. Ἡ Μαργαρῑ́τη καὶ ὁ Ὅμηρός εἰσιν οἱ γονεῖς τοῦ Βαρθολομαίου καὶ τῆς Λῑ́σης καὶ τῆς Μαργαρῑτίσκης.
Ὁ πατήρ καὶ ἡ μήτηρ εἰσιν οἱ γονεῖς τῶν τέκνων.
Μητέρες καὶ πατέρες εἰσι γονεῖς.
γονεῖς = μητέρες καὶ πατέρες
Ἆρα μὴ ἡ Μαργαρῑ́τη ἐστὶ μήτηρ τεττάρων τέκνων; Οὐχί! Ἆρα ἡ Μαργαρῑ́τη ἐστὶ μήτηρ πέντε τέκνων; Οὐχί! Ἆρα ἡ Μαργαρῑ́τη ἐστὶ μήτηρ δυοῖν τέκνων; Οὐχί! Ἡ Μαργαρῑ́τη ἐστὶ μήτηρ τριῶν τέκνων. Τίνες εἰσὶ τὰ τῆς Μαργαρῑ́της τέκνα; Ὁ Βαρθολομαῖος καὶ ἡ Λῖσα καὶ ἡ Μαργαρῑτίσκη εἰσὶ τὰ τῆς Μαργαρῑ́της καὶ τοῦ Ὁμήρου τέκνα.
Οἱ μὲν γονεῖς εἰσιν ἡ Μαραγρῑ́τη καὶ ὁ Ὅμηρος, τὰ δὲ τέκνα ἐστὶν ἡ Λῖσα καὶ ὁ Βαρθολομαῖος καὶ ἡ Μαργαρῑτίσκη.
Πόσαι θυγατέρες εἰσίν; Δύο θυγατέρες εἰσίν. Πόσοι υἱοί εἰσιν; Εἷς υἱός ἐστιν. Πόσα τέκνα ἐστίν; Τρία τέκνα ἐστίν.
BACK TO MY FAMILY
Τίνες εἰσι τὰ τῆς Ῥεβέκκᾱς τέκνα;
Τὰ τῆς Ῥεβέκκᾱς τέκνα ἐστὶν ὁ Λούκιος καὶ ἡ Μαῖα.
Τίνες εἰσι τὰ τέκνα τοῦ Ῥωβέρτου;
Ἡ Μαῖα καὶ ὁ Λούκιός εἰσιν.
Ἐν τῇ τοῦ Ῥωβέρτου καὶ τῆς Ῥεβέκκᾱς οἰκίᾳ ἐστὶ δύο τέκνα·
μία θυγάτηρ καὶ εἷς υἱός.
[τίνος ]
Τίνος θυγάτηρ ἐστὶν ἡ Μαῖα;
Ἡ Μαῖά ἐστιν ἡ τοῦ Ῥωβέρτου θυγάτηρ.
Ἆρα ἡ Μαῖα ἡ τῆς Ῥεβέκκᾱς θυγάτηρ ἐστίν;
Ναί, ἡ Μαῖά ἐστιν ἡ θυγάτηρ τῆς Ῥεβέκκᾱς.
Τίνος υἱός ἐστιν ὁ Λούκιος;
Ὁ τῆς Ῥεβέκκᾱς υἱός.
Ὁ Λούκιός ἐστιν ὁ τῆς Ῥεβέκκᾱς καὶ τοῦ Ῥωβέρτου υἱός.
Τίνος πατήρ ἐστὶν ὁ Ῥωβέρτος;
Ὁ Ῥωβέρτος ἐστὶν ὁ τοῦ Λουκίου πατήρ.
Τίνων ἐστὶν ὁ Ὅμηρος πατήρ;
Ὁ Ὅμηρός ἐστιν ὁ τῶν τριῶν τέκνων πατήρ· τοῦ Βαρθολομαίου, τῆς Λῑ́σης, τῆς Μαργαρῑτίσκης.
Τίνων ἐστὶν ἡ Μαργαρῑ́τη μήτηρ;
Ἡ Μαργαρῑ́τη ἐστὶν ἡ μήτηρ τοῦ Βαρθολομαίου, τῆς Λῑ́σης, τῆς Μαργαρῑτίσκης.
Τίνων εἰσιν ὁ Βαρθολομαῖος καὶ ἡ Λῖσα καὶ ἡ Μαργαρῑτίσκη τέκνα;
Τῆς Μαργαρῑ́της καὶ τοῦ Ὁμήρου.
Τίνων εἰσιν ἡ Μαῖα καὶ ὁ Λούκιος τέκνα;
Τῆς Ῥεβέκκᾱς καὶ τοῦ Ῥωβέρτου.
BLACK SCREEN OF GRAMMAR
γενική (ἑνικός · θηλυκόν)
Ἡ Ῥεβέκκᾱ ἐστὶν ἡ μήτηρ τῆς Μαίᾱς.
Ἡ Λῖσά ἐστιν ἡ θυγάτηρ τῆς Μαργαρῑ́της.
γενική (ἑνικός · ἀρσενικόν)
Ὁ Ῥωβέρτος ἐστὶν ὁ πατήρ τοῦ Λουκίου.
Ὁ Βαρθολομαῖός ἐστιν ὁ υἱὸς τοῦ Ὁμήρου.
τῆς· γενική, ἑνικός, θηλυκόν
τοῦ· γενική, ἑνικός, ἀρσενικόν
τῆς, τοῦ· γενική, ἑνικός
Ὁ Ὅμηρος οὐκ ἔστι πατὴρ τριῶν υἱῶν, ἀλλὰ ἑνὸς υἱοῦ.
Καὶ ὁ Ῥωβέρτος ἐστὶ πατὴρ ἑνὸς υἱοῦ.
Ὁ μὲν Ῥωβέρτος ἐστὶ πατὴρ μιᾶς θυγατρός, ὁ δὲ Ὅμηρος οὔ· ὁ Ὅμηρός ἐστι πατὴρ δυοῖν θυγατέρων.
Ἡ Μαργαρῑ́τη καὶ ὁ Ὅμηρός εἰσι γονεῖς τριῶν τέκνων.
τῆς, μιᾶς, -ης/-ᾱς : γενική, ἑνικός, θηλυκόν
τοῦ, ἑνός, -ου : γενική, ἑνικός, ἀρσενικόν
τῶν, δυοῖν, τριῶν, -ων : γενική, πληθυντικός, θηλυκὸν ἢ ἀρσενικόν
[SMALL LARGE]
χελώνη μῑκρᾱ́
πολλαὶ μῑκραὶ χελῶναι
Ἆρα ἡ χελώνη μῑκρᾱ́ ἐστιν;
Οὐχί· ἡ χελώνη μεγάλη ἐστίν!
χελώνη μεγάλη
χελῶναι μεγάλαι
χελώνη μῑκρᾱ́
χελῶναι μεγάλαι
αἴλουροι μῑκροί
αἴλουρος μέγας! [me with Leo]
δένδρον μῑκρόν
δένδρα μεγάλα!
δένδρον μέγα
Ἰδού· ὁ τοῦ Λουκίου αἴλουρος. Τί ἐστι τὸ ὄνομα τοῦ αἰλούρου; Τὸ τοῦ αἰλούρου ὄνομά ἐστι Λέων. Ἆρα ὁ Λέων μῑκρός ἐστιν; Οὐχί· ὁ μὲν αἴλουρός ἐστι μέγας, ὁ δὲ Λούκιος μῑκρός.
Ὁ Λούκιός ἐστι παῖς μῑκρός. Ὁ Λούκιός ἐστι παιδίον.
Παιδία ἐστὶ μῑκροὶ παῖδες.
παιδία
παιδία
παιδίον [fem]
παιδίον [masc]
[then resume with Luke in blue jumper]
Ὁ Λούκιός ἐστι παιδίον.
Ὦ...! Ὡς μῑκρόν ἐστι τὸ παιδίον!
Ἰδού· ὁ Λούκιος.
Ἆρα νῦν παιδίον ἐστίν;
Οὐχί· ὁ Λούκιος οὐκέτι παιδίον ἐστίν· νῦν ὁ Λούκιός ἐστιν ἀνήρ.
Ἆρα ἡ Μαῖά ἐστι παιδίον;
Οὐχί· ἡ Μαῖα οὐκέτι παιδίον ἐστίν· νῦν ἡ Μαῖά ἐστι γυνή.
[FINAL IN FRONT OF CAMERA]
Τίς ἐστιν ἡ μήτηρ μου;
Ἡ Ῥεβέκκᾱ ἐστίν.
Καὶ τίς ἐστιν ὁ πατήρ μου;
Ὁ Ῥωβέρτος ἐστίν.
Καὶ τίς ἐστιν ἡ ἀδελφή μου;
Ἡ Μαῖά ἐστιν.
Καὶ οὗτος; τίς ἐστιν;
Ὦ...! ὁ Λούκιός ἐστιν! Τὸ Λουκίδιον τὸ μῑκρὸν παιδίον ἐστίν.
Τίς ἐστιν ὁ πατήρ σου;
Τίς ἐστιν ἡ μήτηρ σου;
Τίς ἐστιν ἡ ἀδελφή σου;
Τίνες εἰσιν οἱ ἀδελφοί σου;
Ἔῤῥωσο!